Matthew 28
Study Bible

Ὀψὲ  δὲ  σαββάτων,  τῇ  ἐπιφωσκούσῃ  εἰς  μίαν  σαββάτων,  ἦλθεν  Μαριὰμ    Μαγδαληνὴ  καὶ    ἄλλη  Μαρία  θεωρῆσαι  τὸν  τάφον.  καὶ  ἰδοὺ  σεισμὸς  ἐγένετο  μέγας·  ἄγγελος  γὰρ  Κυρίου  καταβὰς  ἐξ  οὐρανοῦ  καὶ  προσελθὼν  ἀπεκύλισεν  τὸν  λίθον  καὶ  ἐκάθητο  ἐπάνω  αὐτοῦ.  ἦν  δὲ    εἰδέα  αὐτοῦ  ὡς  ἀστραπὴ,  καὶ  τὸ  ἔνδυμα  αὐτοῦ  λευκὸν  ὡς  χιών.  ἀπὸ  δὲ  τοῦ  φόβου  αὐτοῦ  ἐσείσθησαν  οἱ  τηροῦντες  καὶ  ἐγενήθησαν  ὡς  νεκροί.  ἀποκριθεὶς  δὲ    ἄγγελος  εἶπεν  ταῖς  γυναιξίν  Μὴ  φοβεῖσθε  ὑμεῖς·  οἶδα  γὰρ  ὅτι  Ἰησοῦν  τὸν  ἐσταυρωμένον  ζητεῖτε·  οὐκ  ἔστιν  ὧδε·  ἠγέρθη  γὰρ  καθὼς  εἶπεν·  δεῦτε  ἴδετε  τὸν  τόπον  ὅπου  ἔκειτο.  καὶ  ταχὺ  πορευθεῖσαι  εἴπατε  τοῖς  μαθηταῖς  αὐτοῦ  ὅτι  Ἠγέρθη  ἀπὸ  τῶν  νεκρῶν,  καὶ  ἰδοὺ  προάγει  ὑμᾶς  εἰς  τὴν  Γαλιλαίαν,  ἐκεῖ  αὐτὸν  ὄψεσθε.  ἰδοὺ  εἶπον  ὑμῖν. 

καὶ  ἀπελθοῦσαι  ταχὺ  ἀπὸ  τοῦ  μνημείου  μετὰ  φόβου  καὶ  χαρᾶς  μεγάλης  ἔδραμον  ἀπαγγεῖλαι  τοῖς  μαθηταῖς  αὐτοῦ.  ⧼Ὡς  δὲ  ἐπορεύοντο  ἀπαγγεῖλαι  τοῖς  μαθηταῖς  αὐτοῦ⧽,  καὶ  ἰδοὺ  Ἰησοῦς  ὑπήντησεν  αὐταῖς  λέγων  Χαίρετε.  αἱ  δὲ  προσελθοῦσαι  ἐκράτησαν  αὐτοῦ  τοὺς  πόδας  καὶ  προσεκύνησαν  αὐτῷ.  10 τότε  λέγει  αὐταῖς    Ἰησοῦς  Μὴ  φοβεῖσθε·  ὑπάγετε  ἀπαγγείλατε  τοῖς  ἀδελφοῖς  μου  ἵνα  ἀπέλθωσιν  εἰς  τὴν  Γαλιλαίαν,  κἀκεῖ  με  ὄψονται. 

The Report of the Guards

11 Πορευομένων  δὲ  αὐτῶν  ἰδού  τινες  τῆς  κουστωδίας  ἐλθόντες  εἰς  τὴν  πόλιν  ἀπήγγειλαν  τοῖς  ἀρχιερεῦσιν  ἅπαντα  τὰ  γενόμενα.  12 καὶ  συναχθέντες  μετὰ  τῶν  πρεσβυτέρων  συμβούλιόν  τε  λαβόντες  ἀργύρια  ἱκανὰ  ἔδωκαν  τοῖς  στρατιώταις  13 λέγοντες  Εἴπατε  ὅτι  Οἱ  μαθηταὶ  αὐτοῦ  νυκτὸς  ἐλθόντες  ἔκλεψαν  αὐτὸν  ἡμῶν  κοιμωμένων.  14 καὶ  ἐὰν  ἀκουσθῇ  τοῦτο  ἐπὶ  τοῦ  ἡγεμόνος,  ἡμεῖς  πείσομεν  ‹αὐτὸν›  καὶ  ὑμᾶς  ἀμερίμνους  ποιήσομεν.  15 οἱ  δὲ  λαβόντες  ‹τὰ›  ἀργύρια  ἐποίησαν  ὡς  ἐδιδάχθησαν.  Καὶ  διεφημίσθη    λόγος  οὗτος  παρὰ  Ἰουδαίοις  μέχρι  τῆς  σήμερον  ἡμέρας. 

The Great Commission

16 Οἱ  δὲ  ἕνδεκα  μαθηταὶ  ἐπορεύθησαν  εἰς  τὴν  Γαλιλαίαν,  εἰς  τὸ  ὄρος  οὗ  ἐτάξατο  αὐτοῖς    Ἰησοῦς,  17 καὶ  ἰδόντες  αὐτὸν  προσεκύνησαν,  οἱ  δὲ  ἐδίστασαν.  18 καὶ  προσελθὼν    Ἰησοῦς  ἐλάλησεν  αὐτοῖς  λέγων  Ἐδόθη  μοι  πᾶσα  ἐξουσία  ἐν  οὐρανῷ  καὶ  ἐπὶ  τῆς  γῆς.  19 πορευθέντες  οὖν  μαθητεύσατε  πάντα  τὰ  ἔθνη,  βαπτίζοντες  αὐτοὺς  εἰς  τὸ  ὄνομα  τοῦ  Πατρὸς  καὶ  τοῦ  Υἱοῦ  καὶ  τοῦ  Ἁγίου  Πνεύματος,  20 διδάσκοντες  αὐτοὺς  τηρεῖν  πάντα  ὅσα  ἐνετειλάμην  ὑμῖν·  καὶ  ἰδοὺ  ἐγὼ  μεθ’  ὑμῶν  εἰμι  πάσας  τὰς  ἡμέρας  ἕως  τῆς  συντελείας  τοῦ  αἰῶνος. 

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub

Matthew 27
Top of Page
Top of Page